Antiquitatum Thesaurus
Gesamtansicht, Vorderseite
Urheber*in:
Harl, Ortolf

Dekret zu Ehren des Euboulos

Lokalisierung

Inventarnummer:
160

Herstellung

Datierung:
159 v. Chr. - 158 v. Chr.

Klassifikation und Beschreibung

Sachbegriff:
Klassifikation:
Inschriften:
ἐπὶ Ἀρισταίχμου ἄρχοντος, Γαμηλιῶνος δεκάτει ἱσταμένου· ἐκκλησία κυρία ἐν τῶι ἐκκλησιαστηρίωι· Μένανδρος Μενάνδρου Μελιτεὺς εἶπεν· ἐπειδὴ Εὔβουλος Δημητρίου Μαραθώνιος ἔν τε ταῖς ἀρχαῖς ἐφ’ ἃς ἐχειροτονήθη καλῶς καὶ ἐνδόξως ἀναστραφεὶς ἀνέ<γ>κλητον ἑαυ- τὸν παρέσχετο, ἀρχεθέωρός τε αἱρεθεὶς καὶ μετὰ τοῦ ὑοῦ καὶ τῶν ἄλλων συνθεώρων πάντα καλῶς καὶ πρεπόντως βραβεύσας τό τε πρῶτον Παναθηναίοις ἐποίησεν τὸν δῆμον τὸν Ἀθηναίων τῶν ἐν Δήλωι τιμηθῆ- ναι χρυσῶι στεφάνωι ἀν<η>γορευμένωι ἐν τῶι ἐν ἄστει θεάτρωι, πρεσβεύσας τε πλεόνακις καὶ ἀγωνισάμενος ἐκτενῶς πολλὰ τῶν χρη- σίμων Ἀθηναίοις τοῖς ἐν Δήλωι περιεποίησεν, ἱερεύς τε γενόμενος τῶμ Μεγάλων Θεῶν καὶ πάλιν τοῦ Ἀσκληπιοῦ καὶ πάλιν αἱρεθεὶς ὑπὸ τοῦ δήμου καὶ λαχὼν τοῦ Διονύσου καὶ ἐκ τῶν ἰδίων πάσ<ας> δαπανήσας τὰς πομπὰς καὶ τὰς θυσίας ὑπὲρ Ἀθηναί- ων καὶ Ῥωμαίων καλῶς καὶ ἱεροπρεπῶ<ς> συνετέλε- σεν· ὅπως οὖν ὁ δῆμος φαίνηται τοῖς εὐχαριστοῦ- σιν ἀξίας ἀποδιδοὺς χάριτας· ἀγαθεῖ τύχει· δε- δόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ στε- φανῶσαι Εὔβουλον Δημητρίου Μαραθώνιον τῶι ἱερῶι τοῦ θεοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον· χειροτονῆσαι δὲ καὶ πρέσβεις ἤδη τρεῖς οἵτινες ἐπελθόν- τες ἐπὶ τὴν Ἀθήνησιν βουλὴν καὶ ἐκκλησίαν παρακαλέσουσι τὸν δῆμον συνεπιχωρῆσαι τοῖς ἐψηφισμένοις Εὐβούλωι φιλανθρώποις· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῶι Ἡρακλείωι. πρέσβεις εἰς Ἀθήνας κατὰ τὸ ψήφισμα οἵδε κεχειρο- τόνηνται· Ἀνθεστήριος ἐγ Μυρρινούττης, Ξενόφιλος Οἰναῖος, Δημήτριος Μαραθώνιος. ἐψηφίσθη καὶ Ἀθήνησιν.
Platzierung:
Vorderseite, obere Hälfte
Anmerkung:
Inschrift
 
ἡ βουλὴ καὶ ὁ δῆμος. ἡ βουλὴκαὶ ὁ δῆμος. ἡ βουλὴ καὶ ὁ δῆμος. ἱερεὺς Θεῶν Μεγάλων ἱερεὺς Διονύσου. ἱερεὺς Θεῶν Μεγάλων ἡ βουλὴ καὶ ὁ δῆμος ἱερεὺς Ἀσκληπιοῦ ἡ βουλὴ καὶ ὁ δῆμος
Platzierung:
Vorderseite, untere Hälfte, verteilt in neun Kränzen
Anmerkung:
Inschrift
Beschreibung:
Ehrenstele für Euboulos von Marathon, Sohn des Demetrios Basis, Block, konisch, Gesims Vorderseite: in der oberen Hälfte 39-zeilige Inschrift, in der unteren Hälfte neun Kränze (Oliven, Efeu, Lorbeer) mit der Nennung der Priesterämter des Euboulos
Material:
Erhaltungszustand:
intakt
Abmessungen:
B: 58,00  cm, H: 149,00  cm, T: 10,00  cm

Provenienz

Nachweise

Bibliographie:
Inscriptions de Délos, no. 1498
 
Guarducci, Le iscrizioni greche di Venezia, in: Rivista del Reale Istituto d'Archeologia e Storia dell'Arte, IX (1942), S. 7-53, hier S. 9-15
 
Favaretto, De Paoli, Dossi 2004, S. 139